bianor
ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσει
καὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις,
βούταν μὲν τρομέουσα διώκτορα, τὸν δὲ μένουσα
νήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη.
ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃς
τὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν.