antiphanes
νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπ᾽ ἀκτῆς
μηλοβότης, βλοσυροῖς κύμασι συρόμενον,
χεῖρα δ᾽ ἐπέρριψεν: τὸ δ᾽ ἐπεσπάσατ᾽ ἐς βυθὸν ἅλμης
τὸν σῴζονθ᾽ οὕτως πᾶσιν ἀπηχθάνετο:
ναυηγὸν δ᾽ ὁ νομεὺς ἔσχεν μόρον. ὢ δι᾽ ἐκείνην
καὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες.