anonymi epigrammatici
εἰς Σάτυρον κρήνᾐ ἐφεστῶτα, καὶ Ἔρωτα καθεύδοντατὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ,
μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ.
εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος: ἀντὶ δὲ τοῦ πρὶν
πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.
εὔκηλον δ᾽ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον
κινήσῃς, ἁπαλῷ κώματι θελγόμενον.