anonymi epigrammatici
εἰς ὡρολόγιονκῆπος ἔην ὅδε χῶρος: ἀπὸ σκιερῶν δὲ πετήλων
νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον. [p. 434]
νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι
Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος,
ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην
ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης.