apollonides
μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ
κρηπῖδας βυθίας οἴδματι πηξαμένη:
χαίρει δ᾽ ἀμφὶ σὲ πόντος, ἐπὶ ζεφύροιο πνοῇσιν
ἀφρὸν ὑπὲρ νώτου κυάνεον γελάσας.
εἵνεκα δ᾽ εὐσεβίης, νηοῦ θ᾽ ὃν ἐγείρατο σεῖο
Πόστουμος, αὐχήσῃ μέζον, † αφλοισι Πάφου.