sophronius
εἰς τόπον ἐπιξενουμένωνὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων,
εἴτ᾽ ἀφ᾽ ὁδοιπορίης, εἴτ᾽ ἀπὸ ναυτιλίης,
ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα δεῦρο,
ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων.
εἰ δέ με καὶ τίς ἔτευξεν ἀνακρινέοις, πολιῆτα
Εὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός.