agathias scholasticus
εἰς τὸ αὐτότοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ᾽ ἀκολάστοις
λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.
ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων,
μηδ᾽ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.
δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν
ἐν σπουδῇ: καιρῷ δ᾽ ἴσθι νέμειν τὸ πρέπον. [p. 416]