agathias scholasticus
εἰς τὸ αὐτόπλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν
ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους:
αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω
ἔνδοθεν, ἀλλ᾽ εἴργω μᾶλλον ἐπειγομένους.
οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ
ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.
ὄρνεά που σῴζω: μερόπεσσι δὲ λέκτρα φυλάσσω.
ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος; [p. 414]