antiphilus
Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα,
πλαγκτὸν ὕδωρ, ἰδίοις ῥεύμασιν ἀντίπαλον,
ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστον
ναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενον
θαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὑ δὲ ματεύω
σὴν στάσιν ἀρρήτῳ ταῦτα μέμηλε φύσει.