tullius geminus
εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δ᾽ ἴσα μέτρα διώκω,
Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος:
βένθος ὁμοῦ καὶ ἄρουρα δι᾽ ὕδατος: ἦ γὰρ ἐγείρω
ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον.
ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός: ἄμμι δέ, Νεῖλε,
κρείσσων ἔσθ᾽ ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων.