agathias scholasticus
εἰς οἶκον κείμενον ἐν ὕψει ἐν Βυζαντίῳ‘ τῆς Ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν,’
ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων. [p. 362]
κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ,
ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην
ὑψόθι δ᾽ εἰσενόησα θαλασσαίην περιωπήν.
ναὶ τάχα τῆς Ἀρετῆς πιστότερον ^ θάλαμος.