anonymi epigrammatici
εἰς βαλανεῖον ψυχρόντὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον
τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν;
αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν
ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους.
πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδ᾽ ὑπόκεινται;
οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δ᾽ ἕνεκα.
Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλ᾽ ἐπίγραψον:
‘ τῷ Μεσορὶ λοῦσαι: πνεῖ γὰρ ἔσω Βορέας.’