anonymi epigrammatici
εἰς ἄγαλμα Ἄρεος καὶ ἈφροδίτηςἌρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκου
ἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρους
ἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃ
ἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων.
ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδ᾽ ἐπὶ κηροῦ
ἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι.