antipater
τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων
νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων
ἁ μὲν Ἀθηναίαν πολεμαδόκον, ἁ δ᾽ Ἀφροδίταν,
ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δ᾽ ἀφόβητον Ἄρη,
σεῖο κατ᾽ εὐόροφον γραπτὸν τέγος: ἐς δὲ νέονται
οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα.
θείη ἀνίκατον μὲν ὁ βουφάγος. ἁ δέ σε Κύπρις
εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.