anonymi epigrammatici
εἰς τοὺς Ῥωμαίων μῆναςμὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει.
ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει.
τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην.
εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω.
οὗτος ἀμαλλοδέτης. τὰ δ᾽ ἐμὰ πτερὰ Νεῖλον ἐγείρει.
οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ.
τεύχω δ᾽ οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι.
δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου.
φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν. [p. 324]