antipater
καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος
καὶ τὸν ἐπ᾽ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην,
κάπων τ᾽ αἰώρημα, καὶ Ἠελίοιο κολοσσόν,
καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
μνᾶμά τε Μαυσώλοιο πελώριον ἀλλ᾽ ὅτ᾽ ἐσεῖδον
Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπου
ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο. [p. 32]