ammianus
μὴ σύ γ᾽ ἐπ᾽ ἀλλοτρίης, ὤνθρωφ᾽ , ἵζοιο τραπέζης,
ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος,
ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμα
συγκλαίων, καὖθις σὺν γελόωντι γελῶν,
οὔτε σύ γε κλαυθμοῦ κεχρημένος, οὔτε γέλωτος,
καὶ κλαιωμιλίη, καὶ γελοωμιλίη. [p. 320]