anonymi epigrammatici
εἰς τοὺς ἐννέα λυρικούςἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος: ἔπνεε τερπνὰ
ἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω:
λάμπει Στησίχορός τε καὶ Ἴβυκος: ἦν γλυκὺς Ἀλκμὰν
λαρὰ δ᾽ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης:
πειθὼ Ἀνακρείοντι συνέσπετο: ποικίλα δ᾽ αὐδᾷ
Ἀλκαῖος † κύκνω Λέσβιος Αἰολίδι.
ἀνδρῶν δ᾽ οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλ᾽ ἐρατειναῖς
ἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται.