dioscorides
αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς,
Νεῖλε, μετ᾽ εἰκαίης ἐξεφόρησας ὁδοῦ. [p. 316]
αὐτὸς δ᾽ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου
ναυηγός, πάσης ἐλπίδος ὀλλυμένης,
γείτονος ἡμίθραυστον ἐπ᾽ αὔλιον,
ὦ πολύς, εἴπας,
μόχθος ἐμός, πολιῆς τ᾽ ἔργα περισσὰ χερός,
ὕδωρ πᾶν ἐγένεσθε: τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς
κῦμ᾽ ἐπ᾽ Ἀρισταγόρην ἔδραμε πικρότατον.