antipater
ὁ σταδιεὺς Ἀρίης ὁ Μενεκλέος οὐ κατελέγχει
Περσέα, σὸν κτίστην, Ταρσὲ Κίλισσα πόλι.
τοῖοι γὰρ παιδὸς πτηνοὶ πόδες: οὐδ᾽ ἂν ἐκείνῳ
οὐδ᾽ αὐτὸς Περσεὺς νῶτον ἔδειξε θέων.
ἢ γὰρ ἐφ᾽ ὑσπλήγων ἢ τέρματος εἶδέ τις ἄκρου
ἠΐθεον, μέσσῳ δ᾽ οὒ ποτ᾽ ἐνὶ σταδίῳ. [p. 310]