antiphilus
κἠν πρύμνῃ λαχέτω μέ ποτε στιβάς, αἳ θ᾽ ὑπὲρ αὐτῆς
ἠχεῦσαι ψακάδων τύμματι διφθερίδες,
καὶ πῦρ ἐκ μυλάκων βεβιημένον, ἥ τ᾽ ἐπὶ τούτων
χύτρη, καὶ κενεὸς πομφολύγων θόρυβος, καί κε ῥυπῶντ᾽ ἐσίδοιμι διήκονον ἡ δὲ τράπεζα
ἔστω μοι στρωτὴ νηὸς ὕπερθε σανίς:
δὸς λάβε, καὶ ψιθύρισμα τὸ ναυτικόν: εἶχε τύχη τις
πρῴην τοιαύτη τὸν φιλόκοινον ἐμέ.