crinagoras
Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε: δὴ γὰρ ἐπ᾽ αὐτῷ
ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους.
ἀείδει δ᾽ Ἑκάλης τε φιλοξείνοιο καλιὴν
καὶ Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους,
τοῦ σοὶ καὶ νεαρὸν χειρῶν σθένος εἴη ἀρέσθαι,
Μάρκελλε, κλεινοῦ τ᾽ αἶνον ἴσον βιότου.