antipater
Θειογένης Πείσωνι τὰ τεχνήεντα κύπελλα
πέμπει: χωροῦμεν δ᾽ οὐρανὸν ἀμφότερα: [p. 300]
δοιὰ γὰρ ἐκ σφαίρης τετμήμεθα, καὶ τὸ μὲν ἡμῶν
τοὺς νοτίους, τὸ δ᾽ ἔχει τείρεα τἀν Βορέῃ.
ἀλλὰ σὺ μηκέτ᾽ Ἄρητον ἐπίβλεπε: δισσὰ γὰρ ἀμφοῖν
μέτρα πιὼν ἀθρεῖς πάντα τὰ φαινόμενα.