antipater
Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ᾽ Ὀρφέα: Φοῖβος ἐνίκα
τὸν Φρύγα, σοὶ δ᾽ εἴκει μελπομένῳ, Γλάφυρε,
οὔνομα καὶ τέχνης καὶ σώματος. οὔ κεν Ἀθήνη
ἔρριψεν λωτοὺς τοῖα μελιζομένη,
οἷα σὺ ποικιλοτερπές: ἀφυπνώσαι κεν ἀκούων
αὐτὸς Πασιθέης Ὕπνος ἐν ἀγκαλίσιν. [p. 286]