crinagoras
ἔρδοι τὴν ἔμαθέν τις, ὅπου καὶ ὑπ᾽ Ἄλπιας ἄκρας
ληισταὶ λασίαις ἀμφίκομοι κεφαλαῖς,
φωρῆς ἁπτόμενοι, φύλακας κύνας ὧδ᾽ ἀλέονται
χρίονται νεφροῖς πῖαρ ἔπεστιν ὅσον,
ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖν
ῥηΐτεραι Λιγύων μήτιες ἢ ἀγαθόν.