anonymi epigrammatici
σιγαλέως φέρεται πολιὸς χρόνος: ἀλλὰ παρέρπων
καὶ φωνὰς κλέπτει φθεγγομένων μερόπων,
καὶ μὴ φαινόμενος τοὺς φαινομένους ἀφανίζει,
καὶ μὴ φαινομένους εἰς φανερὸν προφέρει.
ὦ ζωῆς ἀόριστος ἐν ἀνθρώποισι τελευτή,
ἦμαρ ἐπ᾽ ἦμαρ ἀεὶ πρὸς ζόφον ἐρχομένων.