previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


agathias scholasticus

Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον,
οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα:
οἱ δ᾽ ἀγαθοί, κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον,
ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτ᾽ ἀδάμαντι μένει.
δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα,
παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,
τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ᾽ ἀπὸ λευκοῦ,
τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου,
ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος: αὐτὰρ σοῦμμος
δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ:
ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δ᾽ ἄλλην
ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος.
ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ
καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην
ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,
καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία:
δίζυγες Ἀντίγονον διεκόσμεον ἀλλὰ καὶ αὐτῷ
ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,
ὀκτωκαιδεκάτῳ πανομοίιος: εἰσέτι δ᾽ ἄλλας
εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.
αὐτάρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ,
καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,
τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ᾽ ἠθμοῦ,
πύργου δουρατέου κλίμακι κευθομένῃ],
δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν αὐτίκα δ᾽ ὀκτὼ
ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας,
τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς
κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας. [p. 270]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: