anonymi epigrammatici
τί ἂν εἴποι Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα φιλιωθῆναι
οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον ἄλγεα γαίης
καλλείψας ἀγάπαζε τεὸν φίλον οὐ γὰρ Ὀδυσσεὺς [p. 262]
ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δὲ ς1᾽ ἔπεφνεν Ἀθήνη,
Ζεύς τε πατήρ, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς.
αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου
δῖα Θέτις, καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς.