anonymi epigrammatici
τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὸν Ὀδυσσέα ἐν ᾁδῇἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς
ζωὸς ἐὼν ἐνόησεν ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι,
νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων.
πῶς δ᾽ ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη
ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη
ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς.