duris
ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι
νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε;
οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης
αὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα, [p. 236]
ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτραπον ὄμμα;
αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην.
κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα
εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις.