antipater
νῆσοι ἐρημαῖαι, τρύφεα χθονός, ἃς κελαδεινὸς
ζωστὴρ Αἰγαίου κύματος ἐντὸς ἔχει, [p. 234]
Σίφνον ἐμιμήσασθε καὶ αὐχμηρὴν Φολέγανδρον,
τλήμονες, ἀρχαίην δ᾽ ὠλέσατ᾽ ἀγλαΐην.
ἦ ῥ᾽ ὑμᾶς ἐδίδαξεν ἕνα τρόπον ἥ ποτε λευκὴ
δῆλος, ἐρημαίου δαίμονος ἀρξαμένη.