theon
ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων,
ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα, μόθου,
ἄγριον οὐδ᾽ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτί,
καὶ πικρὴ ναυτέων ἔπλεθ᾽ ἁλιφθορίη,
συζυγίης ἀμέλησα: καλὸν δέ σε φόρτον ἄγουσα,
ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων.