antiphanes
εἴ τινα μὴ τέρπει λωτοῦ † χέλυς,^ ἢ γλυκὺς ἦχος
ψαλμῶν, ἢ τριγέρων νεκτάρεος Βρόμιος,
ἢ πεῦκαι, κῶμοι,^ στέφανοι, μύρα, λιτὰ δὲ δειπνῶν
λαθροπόδας τρώκταις χερσὶ τίθησι τόκους,
οὗτος ἐμοὶ τέθνηκε † περὶ μνῆστιν δὲ παρέρπω
νεκρόν, ἐς ἀλλοτρίους φειδόμενον φάρυγας: