quintus maecius
αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι, ληνοῦ
λακτιστής, ἔργου δ᾽ ἡγέο νυκτερίου,
λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείην
λάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτων
εὔγλωσσον δ᾽ ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶνας
οἶνον ἐπὶ ψαιστοῖς καὶ λασίᾐ χιμάρῳ,