previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


anonymi epigrammatici

ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα,
Αὐσονίης θ᾽ ^ ὕψος δέρκεται Ἠέλιος.
αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω,
τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης.
ἄρχετ᾽ Ἄρης ἀπ᾽ ἐμεῖο, καὶ ἄνθεα καὶ γλάγος ἡδύ:
ἴση δ᾽ εἰκοστῷ ἤματι νὺξ τελέθει.
ἐντύνοι τημόσδε φυτοσκάφος, ἔρνεα τάμνων,
ῥίζᾐ ἐπ᾽ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα.
οἴγεται ἄρτι θάλασσα: ἐφοπλίζοιτε δὲ νῆας:
ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων.
μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο,
καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν.
καρκίνον Ἠέλιος μετανίσσεται: ἀστάχυας δὲ
καρφαλέους κείρει γειοπόνος δρεπάνῃ.
κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς: ἐν δὲ Λέοντι
ἀτρεκέα τελέθει χεύματα Νηιάδων.
βρίθω ἐγὼ σταφυλῇ, βρίθω δ᾽ ἐπὶ πάσῃ ὀπώρῃ:᾿:
αὖθις δ᾽ ἰσοπαλὴς γίνεται ἤματι νύξ.
τίς δὲ κ᾽ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω,
ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπ᾽ οἰνοπέδου;
εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδη
καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων.
παύσασθαι νειοῦ κέλομαι: γλαγόωντι γὰρ ἤδη
σπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει. [p. 214]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: