palladas
ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντι
νυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ,
καὶ χρησμῳδῆσαι:
κατακείμενος οὗτος, ἀνίστω,[p. 208]
καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.
ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνο
τειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί.
σῶστρα δ᾽ ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος,
ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις.
ἀλλ᾽ ὁ Σάραπις ἔχρησε πάλιν, διὰ νυκτὸς ἐπιστάς:
κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων;
εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον
νῦν ἔφυγες, σταυρῷ δ᾽ ἴσθι φυλαττόμενος.