palladas
Τάνταλος οὐδὲν ἔτρωγε: τινασσομένων γὰρ ὕπερθεν
καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν,
καὶ διὰ: τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα:
εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα,
καὶ βραβύλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς
δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων;
ἡμεῖς δ᾽ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα,
χέννια, καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη,
ὄρνια καὶ μόσχεια: μίαν δ᾽ ἐπιπίνομεν αὐτοῖς.
πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα.