anonymi epigrammatici
δίκτυον ἐκθρώσκοντα πολύπλοκον ἄρτι λαγωὸν
σεῦε κύων θερμοῖς ἴχνεσιν ὠκυπόδην.
τρηχὺν ὁ δ᾽ ἐκνεύσας ταχινῶς πάγον, ἐς βαθὺ πόντου
ἥλατ᾽ ἀλυσκάζων κῦμα παρακτίδιον.
εἰνάλιος τὸν δ᾽ αἶψα κύων βρυχηδὸν ὀδοῦσιν
μάρψε. κυσὶν τλήμων ἦν ἄρ᾽:' ὀφειλόμενος. [p. 204]