antimachus
τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας,
Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην [p. 174]
ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι, ἅ τε κατ᾽ εὐνὰν
τέρψις, καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι.
δούρατα δ᾽ αἱματόεντα κάθες: Τριτωνίδι δίᾳ
ταῦτα: σὺ δ᾽ εὐχαίταν εἰς Ὑμέναιον ἴθι.