leonidas
εἶπέ ποκ᾽ Εὐρώτας ποτὶ τὰν Κύπριν
ἢ λάβε τεύχη,
ἢ 'ξιθι τᾶς Σπάρτας: ἁ πόλις ὁπλομανεῖ.
ἁ δ᾽ ἁπαλὸν γελάσασα, ‘ καὶ ἔσσομαι αἰὲν ἀτευχής,’
εἶπε, ‘ καὶ οἰκήσω τὰν Λακεδαιμονίαν.’
χἀμῖν Κύπρις ἄνοπλος: ἀναιδέες οἵδε λέγουσιν
ἵστορες, ὡς ἁμῖν χἀ θεὸς ὁπλοφορεῖ.