anonymi epigrammatici
Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα,
καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν,
οὐδ᾽ ἀνέμεινε θάλασσα: τὸ δ᾽ ἄγριον ἐπλήμμυρεν
χεῦμα καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων
ὁλκάδα τὰν δείλαιον % ἀεὶ κλόνος, ᾗ γε τὰ πόντου
χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει. [p. 20]