bianor
φῶρες ὅτ᾽ εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνης
φορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον,
αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶν
σύνθροον, ἐκ δὲ βυθοῦ νήχετ᾽ ἐρυσσάμενος,^
μέχρις ἐπ᾽ ἰσθμὸν ἔκελσε Κορίνθιον. ἆρα θάλασσα
ἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους;