antiphilus
Σκίπων με πρὸς νηὸν ἀνήγαγεν, ὄντα βέβηλον
οὐ μοῦνον τελετῆς, ἀλλὰ καὶ ἠελίου:
μύστην δ᾽ ἀμφοτέρων με Θεαὶ θέσαν οἶδα δ᾽ ἐκείνῃ
νυκτὶ καὶ ὀφθαλμῶν νύκτα καθηράμενος.
ἀσκίπων δ᾽ εἰς ἄστυ κατέστιχον, ὄργια Δηοῦς
κηρύσσων γλώσσης ὄμμασι τρανότερον.