antiphilus
τόλμα, νεῶν ἀρχηγὲ ῾σὺ γὰρ δρόμον ηὕραο πόντου,
καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισασ᾽,
οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἐνῆκας
ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον;
ἦν ὄντως μερόπων χρύσεον γένος, εἰ γ᾽ ἀπὸ χέρσου
τηλόθεν, ὡς Ἀίδης, πόντος ἀπεβλέπετο.