lollius bassus
Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύτας
δεύτερον ἔσχ᾽ Ἀίδης, πάντας ἀρηϊφάτους,
‘ Σπάρτας ὁ στόλος,’ εἶπεν
ἴδ᾽ ὡς πάλι πρὸσθια πάντα
τραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοις
νῦν γε μόθου κορέσασθε, καὶ εἰς ἐμὸν ἀμπαύσασθε
ὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.