crinagoras
λῶπος ἀποκλύζουσα παρὰ κροκάλαισι θαλάσσης
χερνῆτις, διεροῦ τυτθὸν ὕπερθε πάγου,
χέρσον ἐπεκβαίνοντι κατασπασθεῖσα κλύδωνι,
δειλαίη πικροῦ κῦμ᾽ ἔπιεν θανάτου:
πνεῦμα δ᾽ ὁμοῦ πενίῃ ἀπελύσατο. τίς κ᾽ ἐνὶ νηὶ
θαρσήσαι πεζοῖς τὴν ἀφύλακτον ἅλα; [p. 148]