marcus argentarius
κωμάζω, χρύσειον ἐς ἑσπερίων χορὸν ἄστρων
λεύσσων, οὐδ᾽ ἄλλων λὰξ ἐβάρυν᾽ ὀάρους:
στρέψας δ᾽ ἀνθόβολον κρατὸς τρίχα, τὴν κελαδεινὴν
πηκτίδα μουσοπόλοις χερσὶν ἐπηρέθισα.
καὶ τάδε δρῶν εὔκοσμον ἔχω βίον οὐδὲ γὰρ αὐτὸς
κόσμος ἄνευθε λύρης ἔπλετο καὶ στεφάνου.