philippus
ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρὸς
τὴν ὄιν ὡς ποίμνην, τὴν βόα δ᾽ ὡς ἀγέλην [p. 136]
ἤμβροτε δ᾽ ἀμφοτέρων: ἀμνὴν λύκος, ἔκτανε δ᾽ ὠδὶς
τὴν δάμαλιν, πενίης δ᾽ ὤλετο βουκόλιον:
πηροδέτῳ δ᾽ ὃ γ᾽ ἱμάντι κατ᾽ αὐχένος ἅμμα πεδήσας
οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.