marcus argentarius
Ἐθραύσθης, ἡδεῖα παρ᾽ οἰνοπόταισι λάγυνε,
νηδύος ἐκ πάσης χευαμένη Βρόμιον.
τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος, οἷα κεραυνός,
οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη.
ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνά, τυπείσης,
καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος.
οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν
Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατ᾽ ἴσα.