apollonides
γήθησαν περὶ παιδὸς Ἀριστίπποιο τοκῆες,
καὶ κλαῦσαν μοίρης δ᾽ ἦμαρ ἓν ἀμφοτέρης.
εὖτε γὰρ αἰθόμενον δόμον ἔκφυγεν, ἰθὺ κεραυνοῦ
Ζεὺς κατὰ οἱ κεφαλῆς ἄσπετον ἧκε σέλας.
τοῦτο δ᾽ ἔπος τότ᾽ ἔλεξαν ὅσοι νέκυν ὠδύροντο:
‘ ὦ πυρὶ δαιμονίῳ τλῆμον ὀφειλόμενε.’